Add parallel Print Page Options

35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης [a]οἱ υἱοὶ Ζεβεδαίου λέγοντες [b]αὐτῷ· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν [c]σε ποιήσῃς ἡμῖν. 36 ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε [d]ποιήσω ὑμῖν; 37 οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς [e]σου ἐκ δεξιῶν καὶ εἷς ἐξ [f]ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, [g]ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· [h]Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου [i]ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.

41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 [j]καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 οὐχ οὕτως δέ [k]ἐστιν ἐν ὑμῖν· ἀλλ’ ὃς [l]ἂν θέλῃ [m]μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44 καὶ ὃς [n]ἂν θέλῃ [o]ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος· 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 οἱ Treg NIV RP ] + δύο WH
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 αὐτῷ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 σε WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:36 ποιήσω WH Treg ] με ποιήσω NIV; ποιῆσαί με RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 σου ἐκ δεξιῶν WH Treg NIV ] ἐκ δεξιῶν σου RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 ἀριστερῶν WH Treg NIV ] εὐωνύμων σου RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:38 WH Treg NIV ] καὶ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:39 Τὸ WH Treg NIV ] + μὲν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:40 WH Treg NIV ] καὶ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 ἐστιν WH Treg NIV ] ἔσται RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 ἂν WH Treg NIV ] ἐὰν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 μέγας γενέσθαι WH Treg NIV ] γενέσθαι μέγας RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:44 ἂν WH NIV ] ἐὰν Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:44 ἐν ὑμῖν εἶναι WH NIV ] ὑμῶν εἶναι Treg; ὑμῶν γενέσθαι RP